Κυριακή, 25 Ιουλ, 2021
Ε ΜΑΤΘΑΙΟΥ. Κοίμησις Αγ. Άννης, Ολυμπιάδος διακ. Ευπραξίας.

Ο Όσιος Σοφιανός, Επίσκοπος Δρυϊνουπόλεως και Αργυροκάστρου

Ακολουθία του Οσίου Πατρός ημών Σοφιανού Επισκόπου Δρυϊνουπόλεως του Σημειοφόρου


 

 

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

Ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)

  

ΕΝ  Τῼ   ΜΙΚΡῼ   ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

 

Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

 

σίων λαμπάς, Σοφιανέ,

Ἱεράρχα πάμφωτε

Δρυϊνουπόλεως, ηὔγασας

διδασκαλίαις σου,

ποιμασίᾳ θείᾳ

καὶ στεῤῥᾷ ἀσκήσει σου

Βορείου τῆς Ἠπείρου τὰ πέρατα

καὶ διεσκέδασας

τῶν υἱῶν τῆς Ἄγαρ ζόφωσιν,

σκοτιζόντων

πιστῶν τὰ συστήματα.

 

Σὸν θρόνον λιπών, Σοφιανέ,

τῆς Δρυϊνουπόλεως

Ἀθανασίου κατέλαβες

Μονὴν τὴν πάνσεπτον

ἐν τῇ Πολυτσάνῃ,

ἥνπερ μετεποίησας

σχολὴν εἰς ὑποδούλων περίφημον

καὶ φροντιστήριον

τῶν ἑλληνικῶν, πανεύφημε,

διδασκάλων

ὀφθεὶς μέγα καύχημα.

 

ξίως Χριστός, Σοφιανέ,

σὲ χαρίτων ἔδειξε

περιφανέστατον μέλαθρον

ὡς ἰσοστάσιον

θείων Ἀποστόλων

καὶ Πατέρων πίστεως

Ὁσίων, τὸν ἀρτίως ἐκλάμψαντα

καὶ καταυγάσαντα

ἀστραπαῖς τῶν διδαγμάτων σου

Πωγωνίου

λαόν, παναοίδιμε.

 

ώρας σαφῶς, Σοφιανέ,

τὰ μακρὰν ὡς ἔγγιστα

καὶ Ἀαρὼν ἐπανέλαβες

ῥάβδου βλαστήσεως

θαῦμα ἐν Μονῇ σου,

ἔνθα ἐξ ἑστίας σου

δαυλοὺς πεπυρωμένους παρέλαβες

τρεῖς, χαριτόβρυτε,

καὶ αὐτοὺς φυτεύσας τάχιστα

εἶδες ἄνθη

βλαστάνειν πανεύοσμα. 

 

Δόξα. Ἦχος β΄.

 

Τὸν διδάσκαλον τῶν ἑλληνικῶν γραμμάτων

καὶ ἐνισχυτὴν ἐν τῇ πίστει τῶν πιεζομένων πρὸς ἀρνησιθρησκείαν

Χριστωνύμων τῆς Βορείου Ἠπείρου,

Σοφιανόν, τιμήσωμεν, τὸν ὁσιώτατον Ἱεράρχην,

ἐκ βαθέων αὐτῷ κραυγάζοντες·

Ὑπερεύχου ἡμῶν, τῶν πιστῶς ἀσπαζομένων σου

λειψάνων θήκην τὴν χαριτόβρυτον

καὶ ἀνυμνούντων καμάτους σου

πρὸς στήριξιν κλονουμένων

καὶ ποδηγεσίαν αὐτῶν πρὸς ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου...

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

 

Μάκαρ Σοφιανέ,

Ἱεραρχῶν Ὁσίων

ἀγλάϊσμα τὸ μέγα,

ἐφώτισας σοῖς λόγοις

λαὸν Δρυϊνουπόλεως.

 

Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

 

Χαῖρε, ὁ ἀσκητής,

Σοφιανέ, ὁ θεῖος

Ἀθανασίου Μάνδρας

ἐν κώμῃ Πολυτσάνης

Ἠπείρου, πνευματέμφορε.

 

Στίχος. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

 

Θήκην σου τὴν σεπτήν,

Σοφιανέ, λειψάνων

τὴν μυροβόλον πᾶσαι

χορεῖαι Χριστωνύμων

πιστῶς κατασπαζόμεθα.

 

Δόξα. Τριαδικόν.

 

Δόξα Σοι, ὁ Θεός,

ὁ διδασκάλους θείους

Ὁσίους Ἱεράρχας

ἀείποτε δεικνύων,

Τριὰς λαμπρὰ καὶ πάνσεπτε.

 

Καὶ νῦν. Θεοτοκίον.

 

Ζόφον ἡμῶν παθῶν

διάλυσον, Παρθένε,

φωτὶ τῶν πρεσβειῶν σου

πρὸς θεῖον Φωτοδότην,

Υἱόν σου τὸν ὑπέρφωτον.

 

Νῦν ἀπολύεις...τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

 

ΕΝ  Τῼ  ΜΕΓΑΛῼ   ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

 

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

 

Δρυϊνουπόλεως θρόνου

σεπτὸν κοσμήτορα,

θεόπνουν Ἱεράρχην

και διδάσκαλον μέγαν

Ἠπείρου τῆς Βορείου, Σοφιανὸν

εὐκλεῆ, ἀνυμνήσωμεν

Χριστιανῶν κλονουμένων ὡς στηριγμὸν

καὶ Κοσμᾶ Ἁγίου πρόδρομον.

 

Τοῦ Πωγωνίου θεόπνουν

ἱεροφάντορα,

Σοφιανὸν τὸν πάνυ,

εὐφημήσωμεν πόθῳ

Μονῆς Ἀθανασίου ὡς ἀσκητὴν

τοῦ σεπτοῦ καὶ διδάσκαλον

τῶν ὑποδούλων Ἑλλήνων θεοειδῆ,

θεοφόρον καὶ θεόπεμπτον.

 

θανασίου Μεγάλου

Μονὴν τὴν πάνσεπτον

ἐν Πολυτσάνῃ, μάκαρ,

εἰς σχολεῖον γραμμάτων

μετέβαλες ταχέως ἑλληνικῶν,

Ἱεράρχα θεόπνευστε,

Σοφιανέ, πρὸς ἐνίσχυσιν πληθυσμοῦ

μὴ ζυγὸν ἀπίστων φέροντος.

 

Σοφιανέ, Ἱεράρχα

Δρυϊνουπόλεως,

τὸν ὑψηλόν σου θῶκον

ἐγκατέλιπες τάχος

καὶ ἵδρυσας σχολεῖον ἐν τῇ Μονῇ

Πολυτσάνης περίφημον,

 

ἣν θεοσόφως ἀνέδειξας τοῦ λαοῦ

φωτισμοῦ πηγὴν ὑπέρφωτον.

 

Τῆς ἀγνωσίας ὀλέτην

καὶ ἐπιγνώσεως,

Σοφιανόν, Κυρίου

ἐνταλμάτων φωστῆρα

διδάσκαλον ὡς θεῖον Χριστιανῶν

ὑποδούλων τιμήσωμεν

καὶ ἀπλανέστατον τούτων χειραγωγὸν

πρὸς ζωὴν τὴν αἰωνίζουσαν.

 

Κοσμᾶ, βλαστοῦ Αἰτωλίας

Ἁγίου πρόδρομον,

Σοφιανὸν τὸν θεῖον,

Πολυτσάνης Σεμνείου

διδάσκαλον θεόπνουν καὶ ἀσκητὴν

ἱερὸν ἀνυμνήσωμεν

καὶ τῶν λειψάνων τὴν θείαν αὐτοῦ σορὸν

εὐλαβῶς κατασπασώμεθα.

 

Δόξα. Ἦχος πλ. β΄.

 

Δεῦτε πιστοὶ τὸν τῆς σοφίας ἐπώνυμον Ἱεράρχην,

Σοφιανὸν τὸν πνευματέμφορον, τιμήσωμεν

ὡς διδάσκαλον εὐσεβείας καὶ ἀρετῆς ὑφηγήτορα

ἐν εὐλαβείᾳ κραυγάζοντες·

Δρυϊνουπόλεως ποιμὴν ἀνύστακτε

καὶ Πωνωνίου φωτιστὰ καὶ φύλαξ,

ὁ δαψιλῶς θαυμαστωθεὶς οὐρανόθεν,

μὴ παύσῃ Κυρίου δεόμενος

ὑπὲρ τῶν εὐλαβῶς ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,...

 

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.  

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.

(Κεφ. ζ΄ 29 -36)

 

Τέκνον, ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. Ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. Χάρις δόματος ἔναντι παντὸς ζῶντος καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. Μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. Μὴ ὄκνει ἐπισκέπτεσθαι ἄῤῥωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. Ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

(Κεφ. μγ΄ 9 - 14)

 

Τάδε λέγει Κύριος·  Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαντοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς Κύριος ὁ Θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμὶ ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός· ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ΄ 1 - 9)

 

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

ΕΙΣ  ΤΗΝ  ΛΙΤΗΝ

Ἰδιόμελα.

Ἦχος α΄.

 

Δεῦτε πιστοὶ τὸν πεφωτισμένον Ἱεράρχην Δρυϊνουπόλεως,

τὸν ἀνταλλάξαντα τὸν χρυσοΰφαντον τῆς ἀρχιερωσύνης σάκκον

δι’ εὐτελοῦς ἀσκητικοῦ τριβωνίου,

Σοφιανὸν τὸν χαριτόβρυτον, ὑμνήσωμεν λέγοντες·

Ὁ ἔμπλεως Ὀρθοδόξου φρονήματος

καὶ ἀγωνίας διὰ τὸ σὸν ἐν Βορείῳ Ἠπείρῳ πλήρωμα,

ὁ πᾶσαν μέριμνάν σου ἐπιῤῥίψας ἐπὶ Κύριον

καὶ παρ’ Αὐτοῦ λαβὼν πνεῦμα δυνάμεως,

κατάπεμψον ἡμῖν εὐχαῖς σου

Αὐτοῦ τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἦχος β΄.

 

ν ψυχικῇ ἀγαλλιάσει χεῖρας κροτοῦντες οἱ εὐσεβόφρονες

καὶ ᾄσματα ᾄδοντες τῷ Ἱεράρχῃ

μνήμην αὐτοῦ πανηγυρίσωμεν

καὶ οὕτως εἴπωμεν·

Ὁ τῆς Δρυϊνοπόλεως ποιμὴν θεοπρόβλητος

καὶ Πολυτσάνης προστάτης ἀνύστακτος,

Σοφιανὲ πανθαύμαστε,

μὴ παύσῃ δεόμενος τοῦ Κυρίου

ὑπὲρ εἰρήνης τοῦ κόσμου

καὶ φωτισμοῦ τῶν ἐν σκοτίᾳ καθευδόντων ἀδελφῶν ἡμῶν.

 

Ἦχος γ΄.

 

Δοχεῖον ἐποφθεὶς διαυγὲς τοῦ Παναγίου Πνεύματος

ἐνουθέτησας, ἐδίδαξας, ἐποίμανας καὶ καθωδήγησας

τὸν ἐν Βορείῳ Ἠπείρῳ στένοντα λαὸν τὸν Χριστώνυμον,

Σοφιανέ, Ἱεράρχα Δρυϊνουπόλεως θεόσοφε·

ὅθεν πολλοὺς  ἐν τῇ πίστει στηρίξας

καὶ φωτίσας τοὺς ἐν σκοτίᾳ ὄντας

ἀπῆλθες Χριστῷ συνεῖναι,

τῷ παρέχοντι ἡμῖν εὐχαῖς σου τὸ μέγα ἔλεος.

 

Ἦχος δ΄.

 

κ τῶν θηράτρων τῶν ἀπίστων διασώσας τὴν ποίμνην σου

καὶ πάντας τοὺς ἐν Πωγωνίῳ οἰκοῦντας σοῖς λόγοις,

Πολυτσάνης τὴν Μάνδραν ἡγίασας ἀγῶσί σου

καὶ σχολεῖον αὐτὴν ἀνέδειξας διάσημον·

ὅθεν ἡμεῖς σήμερον τὴν μνήμην σου, Σοφιανέ, ἑορτάζοντες

καὶ τὴν θήκην τῶν χαριτοβρύτων λειψάνων σου ἀσπαζόμενοι

Χριστὸν δοξάζομεν τὸν σὲ σημειοφόρον πατέρα ἡμῖν δείξαντα.

 

Δόξα. Ὁ αὐτός.

 

Τὸν διασκεδάσαντα λαοῦ τὴν ἀγνωσίαν καὶ ἀμάθειαν

ὁδηγοῦσαν εἰς τὴν τῆς πίστεως ἄρνησιν

φωτὶ τῆς αὐτοῦ πανσόφου διδασκαλίας,

Σοφιανὸν τὸν Ὅσιον, τιμήσωμεν·

οὗτος γὰρ περιφράξας τοὺς λογικοὺς τοῦ Κυρίου ἄρνας

ἐν τῇ μάνδρᾳ τῆς Ὀρθοδόξου πίστεως

ὡς πατὴρ φιλόστοργος Αὐτοῖς ἀνεφώνει·

«Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκας, Κύριε»!

 

Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου...

 

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

 

Χαίροις, ὁ τῆς Ἠπείρου βλαστός,

Δρυϊνουπόλεως ἀστὴρ τηλαυγέστατος,

τὸ στόμα τῆς ἀληθείας,

Ἱεραρχῶν καλλονή,

διδασκάλων θείων

ἐγκαλλώπισμα,

Κοσμᾶ θείου πρόδρομε,

Αἰτωλίας βλαστήματος,

ἐν δυσχειμέροις

ὁ στηρίξας τοῖς ἔτεσιν

εὐσεβόφρονας

κατ’ ἐχθρῶν, θεοτίμητε

Σοφιανέ, τῆς πίστεως

Χριστοῦ σεμνολόγημα

καὶ πάντων τῶν κλονουμένων

βάκτρον στηρίξεως ἄσειστον,

ὁ πᾶσι παρέχων

δι’ εὐχῶν σου τοῦ Ὑψίστου

τὸ μέγα ἔλεος.

 

Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ,

ὁ ἐν Ὁσίοις ἀσκηταῖς ἱερώτατος,

Σεμνεῖον ἐν Πολυτσάνῃ

Ἀθανασίου σεπτοῦ,

τῆς Ἀλεξανδρείας

Ἀρχιποίμενος

οἰκήσας καὶ μόχθοις σου

ταύτην δείξας περίβλεπτον

τῶν ἐν Ἠπείρῳ

ἀμαθῶν φροντιστήριον

εἰς τὸν Κύριον

πιστεύοντων τῆς κτίσεως,

οὓς καὶ σοφῶς ἐδίδαξες

τὰ ἔνθεα γράμματα,

κεχαραγμένα ἐν γλώττῃ

ἑλληνικῇ, θεοφώτιστε,

Βορείου Ἠπείρου

ἐγκαλλώπισμα τὸ νέον

καὶ θεῖον κόσμημα.

 

Στίχος. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

 

Μνήμην ἐπιτελοῦντες λαμπρῶς

τὴν σὴν πανίερον πιστῶν τὰ συστήματα

ἀγῶνάς σου πολυμόχθους

πρὸς ἐν τῇ πίστει Χριστοῦ

λογικῶν προβάτων

ἐπιστήριξιν

ἀεὶ μεγαλύνομεν

καὶ τὴν θήκην λειψάνων σου

τὴν σεβασμίαν

καὶ σεπτὴν ἀσπαζόμεθα,

πάτερ Ὅσιε,

τὴν βλυστάνουσαν ἅπασι,

Σοφιανέ, ἰάματα

ὡς βρύσις πολύκρουνος

καὶ ὀχετοὺς θαυμασίων

ὥσπερ χειμάῤῥους πολύῤῥυτος,

 Χριστοῦ τοῦ Σωτῆρος

Ἐκκλησίας Ἱεράρχα

θεοειδέστατε.

 

Δόξα. Ἦχος πλ. δ΄.

 

Θεώμενος τὴν πίεσιν τῶν ἐκγόνων τῆς Ἄγαρ

ἐπὶ τῶν ἀμαθῶν Χριστωνύμων τῆς Βορείου Ἠπείρου

δι’ ἄρνησιν τῆς πίστεως, Σοφιανὲ θειότατε,

καὶ δακρύων καὶ λόγχῃ τὴν καρδίαν κεντούμενος

ἤρχισας στηρίζων πάντας ἐν τῇ πίστει

καὶ διδάσκων τὰ ἔνθεα γράμματα πρὸς ἀγνωσίας ἀχλύος ἀπέλασιν·

ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες

καὶ τους τιμίους σου καμάτους ἐγκωμιάζοντες

τὰς σὰς ἀδιαλείπτους πρεσβείας αἰτούμεθα

πρὸς πνευματικὴν ἡμῶν ἐγρήγορσιν

καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν.....

 

Νῦν ἀπολύεις....τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

 

εράρχην θεόπνουν Δρυϊνουπόλεως,

σοφίας θείας ταμεῖον

καὶ ῥεῖθρον παντοδαπῶν

ἀρετῶν, Σοφιανόν, ἀνευφημήσωμεν

ὡ στυλοβάτην τῶν πιστῶν

τῆς Ἠπείρου ἐν καιροῖς

δουλώσεως δυσχειμέροις

Ἄγαρ υἱῶν ὑπ’ ἀπίστων,

αὐτοῦ λιτὰς ἀπεκδεχόμενοι.

 

 Θεοτοκίον. Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος....

Ἀπόλυσις.

 

ΕΝ   Τῼ   ΟΡΘΡῼ

 

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.

Ἦχος α΄. Τὸν Τάφον Σου, Σωτήρ.

 

σίων καλλονὴν

καὶ ὡράϊσμα θεῖον

σεπτῶν Ἱεραρχῶν

εὐφημήσωμεν πόθῳ

τῆς Δρυϊνουπόλεως

ὡς διδάσκαλον πίστεως

ἀνακράζοντες·

Μὴ διαλίπῃς τὸν Κτίστην

ἱλεούμενος,

Σοφιανέ, τοῖς τιμῶσι

τὴν πάνσεπτον μνήμην σου.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Παρθένε ἀγαθή,

προστασία ἑτοίμη

πιστῶν Χριστιανῶν,

τὸν Υἱὸν καὶ Θεόν σου

ἀπαύστως ἱκέτευε

ὑπὲρ πάντων προσφύγων σου

ἀνυμνούντων σου

τῶν μεγαλείων τὸ πλῆθος

καὶ ἀντίληψιν

τὴν κραταιάν σου καὶ σκέπην

πρὸς γένος τὸ βρότειον.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 

Μονὴν μετατρέψαντα

τῆς Πολυτσάνης σοφῶς

σχολεῖον πρὸς φοίτησιν

τοῦ ὑποδούλου λαοῦ

Ἠπείρου τιμήσωμεν

πάνσεπτον Ἱεράρχην

καὶ διδάσκαλον μέγαν

γένους τῶν Ὀρθοδόξων

δυσχειμέροις ἐν χρόνοις,

κλυτὸν Σοφιανόν, μελιχροῖς

ὕμνοις καὶ ᾄσμασι.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

πείρανδρε Δέσποινα,

Θεογεννῆτορ σεμνή,

πιστῶν καταφύγιον

ἐν τοῖς τοῦ βίου δεινοῖς

καὶ σκέπη καὶ πρόμαχε

πάντων ἐμπεριστάτων,

σὸν Υἱὸν δυσωποῦσα

καὶ Ποιητὴν τῶν ὅλων

ὑπὲρ σῶν ὑμνηπόλων,

Αὐτὸν δοξολογούντων ψαλμοῖς,

ὕμνοις καὶ ᾄσμασι.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

 

Δρυϊνουπόλεως θεόπνουν Πρόεδρον,

τὸν ἀνταλλάξαντα τὸν χρυσοΰφαντον

σάκκον αὐτοῦ δι’ εὐτελοῦς ἀσκήσεως τριβωνίου,

μέλψωμεν γηθόμενοι ὡς Κοσμᾶ θείου πρόδρομον

καὶ σεπτὸν διδάσκαλον Χριστωνύμου πληρώματος,

κλεινὸν Σοφιανόν, ἐκβοῶντες· Χαῖρε, σημειοφόρε Πάτερ.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον

φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου,

ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων,

καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου,

ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως

καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

 

Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ι΄ 9 -16 ).

Ζήτει τῇ ΙΓ΄ Νοεμβρίου.

 

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον,..

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,..

 

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Τὸν ἀναχαιτίσαντα τὸν ῥοῦν τοῦ χειμάῤῥου τῆς ἀρνησιθρησκείας

φράγματι τῶν αὐτοῦ πανσόφων διδαγμάτων,

Σοφιανόν, τὸν Ὅσιον τῆς Δρυϊνουπόλεως ποιμένα,

εὐφημήσωμεν ᾄσμασι καὶ οὕτω βοήσωμεν·

Ἀκένωτον φρέαρ οἰκτιρμῶν καὶ ἐλέους,

ὁ διδάξας καὶ ποιήσας ὡς μέγας Ἱεράρχης,

δὸς ἡμῖν πιεῖν ὕδωρ πίστεως,

τοῦ μὴ διψῆσαι ἡμᾶς εἰς τὸν αἰῶνα.

 

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....

 

Εἶτα ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς·

«Σοφιανὸν σημειοφόρον ὑμνῶ Ἱεράρχην. Χ.»

 

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

 

Σοφιανόν, τὸν θεαυγῆ κοσμήτορα

τῆς Ἐκκλησίας Χριστοῦ,

Ἱεράρχην θεῖον

τῆς Δρυϊνουπόλεως

ἐν πίστει ἀνυμνήσωμεν

καὶ αὐτοῦ τοὺς ἀγῶνας

πρὸς φωτισμὸν τοῦ πληρώματος

τῆς Ἠπείρου ᾄσμασι στέψωμεν.

 

Ἱεράρχης ὁ σεμνὸς καὶ Ὅσιος,

Σοφιανὸς ὁ σεπτός,

ὁ κοσμήσας θρόνον

τῆς Δρυϊνουπόλεως

καὶ τοῦ λαοῦ τὴν ζόφωσιν

ἐν βορείῳ Ἠπείρῳ

διασκεδάσας διδάγμασι

τοῖς αὐτοῦ ἀξίως δεδόξασται.

 

Φωταγωγὸς τῶν ἐν σκοτίᾳ πέφηνας,

Σοφιανὲ παμφαές,

ὁ λιπὼν σὸν θρόνον

καὶ Μονὴν τὴν πάνσεπτον

καταλαβὼν, θεσπέσιε

πάτερ, τῆς Πολυτσάνης,

ἣν εἰς σχολεῖον μετέτρεψας

ἀμαθοῦς Ἠπείρου πληρώματος.

 

Θεοτοκίον.

 

 

σχύος θείας σοὺς οἰκέτας ἔμπλησον,

Θεογεννῆτορ σεμνή,

τοὺς ἀνευφημοῦντας

Ἱεράρχου σκάμματα

Σοφιανοῦ τοῦ μάκαρος

καὶ τὰ σὰ μεγαλεῖα

ἐγκωμιάζοντας, πάναγνε,

τῶν Χριστιανῶν τὸ καταφύγιον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

 

σκητῶν κοσμιότης,

Σοφιανὲ πάνσοφε,

καὶ Ἱεραρχῶν θεοφόρων

εὖχος, ἡγίασας

τῆς Πολυτσάνης Μονὴν

ἀσκητικοῖς σου ἱδρῶσι

καὶ διδασκαλίας σου

ῥείθροις, πανθαύμαστε.

 

Νῦν ὑμνοῦμέν σε πόθῳ,

Σοφιανὲ ἔνδοξε,

Πωγωνίου στῦλε κατοίκων

φωτοειδέστατε

καὶ εὐσεβείας πυρσέ,

τῆς Πολυτσάνης φωτίσας

τὴν Μονὴν πυρσεύμασι

διδασκαλίας σου.

 

σιώτατε πάτερ,

Σοφιανέ, λόγοις σου

ἐν Δρυϊνουπόλει ἐγείρας

τρόπαιον ἄριστον

τοῦ Ὀρθοδόξου λαοῦ

ἐπιστηρίξεως ὤφθης

Ὀρθοδόξου πίστεως

σέλας νεόφωτον.

 

Θεοτοκίον.

 

Νικητὰς σοὺς οἰκέτας

κατὰ παθῶν, Δέσποινα,

δεῖξον τοὺς εὐτάκτοις ἐν ὕμνοις

σὲ μεγαλύνοντας

καὶ ἀνυμνοῦντας λαμπρῶς

Σοφιανοῦ θείαν μνήμην

τῆς Δρυϊνουπόλεως

ἱεροφάντορος.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

 

Δρυϊνούπολις σῇ ποιμασίᾳ

χαίρει, Ὅσιε σημειοφόρε,

καὶ Μονὴ τῆς Πολυτσάνης περίβλεπτος,

Σοφιανέ, σῇ ἀσκήσει, πανθαύμαστε,

Βορείου κῆρυξ Ἠπείρου θεόπνευστε,

καὶ ὁ σύλλογος σεμνύνεται ὁ Χριστώνυμος

παμφώτοις σου διδάγμασι καὶ ῥήμασι.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Τήρει ἅπαντας τοὺς σοὺς οἰκέτας,

παντευλόγητε Θεογεννῆτορ,

ἀσινεῖς τῶν βελεμνῶν τοῦ ἀλάστορος

καὶ τῆς αὐτοῦ μοχθηρίας ἀπήμονας

τοὺς μελῳδοῦντας πληθὺν θαυμασίων σου

καὶ γεραίροντας διδάσκαλον τὸν θεόπνευστον,

σεπτὸν Σοφιανόν, τὸν θεοῤῥήμονα.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

 

Σοφιανέ,

Δρυϊνουπόλεως Πρόεδρε,

καὶ Ἠπείρου

τῆς Βορείου καύχημα,

λογικήν σου ποίμνην ἐδίδαξας γνῶσιν ἔνθεον

καὶ βίου ἐναρέτου

ὑπέδειξας τὸν δρόμον

ταύτῃ, ἐγκαυχωμένῃ σοῖς ῥήμασιν.

 

τῶν πιστῶν,

Σοφιανέ, νῦν ὁμήγυρις

μεγαλύνει

ποιμασίας τρόπους σου

καὶ σῆς πολιτείας παλαίσματα τὰ ὑπέρλαμπρα

ἀσπάζεται τὴν θήκην

τῶν σῶν χαριτοβρύτων,

Ἱεράρχα, λειψάνων, θεόσοφε.

 

Μονὴν λαμπρὰν

Ἀθανασίου τοῦ μάκαρος,

στυλοβάτου

τῆς ἁγίας πίστεως

ἡμῶν, τρισμάκαρ, καταλαβὼν

ὤφθης φιλαρέτων πατέρων ἀρχέτυπον,

Σοφιανέ, καὶ βίβλος

ἑλληνικῆς παιδείας

τῆς ἐνθέου, θεόσοφε Ὅσιε.

 

Θεοτοκίον.

 

ξ οὐρανοῦ

ἴδε τοὺς σὲ μακαρίζοντας,

Θεοτόκε,

θεῖον παραμύθιον

τῶν ἐν ταῖς θλίψεσι χοϊκῶν

καὶ τῶν ἐν ἀνάγκαις, πανύμνητε, καταφύγιον,

Σοφιανοῦ πρεσβείαις

τοῦ θείου Ἱεράρχου,

οὗ τὴν μνήμην τιμῶμεν γηθόμενοι.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

 

θυντὴρ ὑποδούλων

Χριστωνύμων πέφηνας ἀπλανέστατος

ἐν καιρῷ δουλείας

ὑπ’ ἐκγόνων Ἄγαρ, θειότατε,

πρὸς θεογνωσίαν

διὰ πανσόφων διδαχῶν σου

καὶ αὐτῶν εὐλαβοῦς ἐκπαιδεύσεως.

 

λετὴρ ἀγνωσίας

ὤφθης, Ἀποστόλων σεπτῶν ὁμόζηλε,

κῆρυξ εὐσεβείας

καὶ γραμμάτων ἐνθέων διδάσκαλε,

Ἱεράρχα σῶφρον

 

Δρυϊνουπόλεως καὶ γέρας

τῆς Βορείου Ἠπείρου ἀτίμητον.

 

Φωτισμὸν τῶν ἐν σκότει

πέφηνας καὶ ῥάβδος ἐπιστηρίξεως

πάντων κλονουμένων

καὶ Χριστοῦ πρὸς πίστεως ἄρνησιν

ἐκβιαζομένων,

Σοφιανὲ πνευματοφόρε,

εὐσεβείας φωσφόρε διδάσκαλε.

 

Θεοτοκίον.

 

λοθύμως, Παρθένε,

γενεαὶ μερόπων σε μεγαλύνομεν,

Κεχαριτωμένη

Θεοτόκε, ὡς κόσμου διάσωσμα

ἐκ φθορᾶς θανάτου

αἰωνιζούσης καὶ αἰτίαν

χαρμονῆς καὶ ἀλήκτου βιώσεως.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

 

ημάτων σου ἡ ἰσχὺς καὶ δύναμις

ἀληθῶς, Σοφιανὲ θεοφόρε,

ἀλεξιτήριον ὤφθησαν θεῖον

τῆς τοῦ Χριστοῦ ἀληθείας ἀρνήσεως

ὑπ’ ἀμαθῶν Χριστιανῶν

ἐν ζοφώδους δουλώσεως ἔτεσι.

 

λόφωτε τῆς Δρυϊνουπόλεως

Ἱεράρχα καὶ φωστὴρ Πωγωνίου,

Σοφιανέ, διὰ λόγων και ἔργων

Χριστοῦ τὴν σῴζουσαν πίστιν ἐκράτυνας

καὶ δᾴδα ἤναψας λαοῦ

σωτηρίας πυρὶ τῶν φθεγμάτων σου.

 

Νεκρώσεως ἀμαθείας ἔκτυπον

καὶ ζωώσεως νοὸς Χριστωνύμων,

Σοφιανὲ Ἱεράχα, ἐπώφθης

δι’ ἐπιγνώσεως θείου θελήματος,

 

ἱεροκῆρυξ θαυμαστέ,

Παραδείσου οἰκῆτορ περίδοξε.

 

Θεοτοκίον.

 

μνοῦμέν σε, Παναγία Δέσποινα,

ὥσπερ ἄγκυραν βεβαίαν ἐν βίῳ

Χριστιανῶν καὶ ἀχείμαστον ὅρμον

καταφυγῆς τῶν πλωτήρων ἐν κλύδωσι

τοῖς καθ’ ἡμέραν, ἀγαθή,

ὑπερύμνητε Θεογεννήτρια.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

 

Σοφιανόν, τὸν Ἱεράρχην τὸν θεόσοφον

Δρυϊνουπόλεως καὶ ἔνθεον διδάσκαλον

Πωγωνίου τὸν ἐν Μάνδρᾳ τῆς Πολυτσάνης

ἐνασκήσαντα καὶ ἅπαντας στηρίξαντα

κλονουμένους ἐν τῇ πίστει ὕμνοις πρέπουσιν

ἀνακράζοντες· Χαίροις, Πάτερ θεσπέσιε.

 

Ὁ Οἶκος.

 

γγελος σαρκοφόρος,

Ἱεράρχα ὡράθης,

σεπτὲ Σοφιανέ, ἐν τῷ κόσμῳ

ὁ οἰκήσας σεμνῶς ἐν κλεινῇ

Μάνδρᾳ Πολυτσάνης, ἀσκητὰ ἔνθεε,

ὃν πόθῳ μακαρίζοντες

κραυγάζομεν ἐν εὐλαβείᾳ·

 

Χαῖρε, Βορείου Ἠπείρου  εὖχος·

χαῖρε, ἀρίστου ἀγῶνος κλέος.

 

Χαῖρε, Ἱεράρχης τῆς Δρυϊνουπόλεως·

χαῖρε, ποδηγέτης λαοῦ ἀπλανέστατος.

 

Χαῖρε, ὅτι ἐπεστήριξας κλονουμένους σαῖς εὐχαῖς·

χαῖρε, ὅτι ποίμνην ἔσωσας τοῦ Θεοῦ σαῖς διδαχαῖς.

 

Χαῖρε, τῶν ἀγραμμάτων Χριστωνύμων ἡ γνῶσις·

χαῖρε, τῶν κλονουμένων ἡ θεόσδοτος ῥῶσις.

 

Χαῖρε, Ὁσίων φέγγος νεόφωτον·

χαῖρε, Πατέρων θείων μυράλειπτρον.

 

Χαῖρε, σημείων ἀλάβαστρον ξένων·

χαῖρε, ὡραίων ἀγώνων πυξίον·

 

Χαίροις, Πάτερ θεσπέσιε.

 

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΚΣΤ΄ Νοεμβρίου. Εἶτα λέγομεν·

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σοφιανοῦ, Ἐπισκόπου Δρυϊνουπόλεως, τοῦ σημειοφόρου.

 

Στίχοι.

 

ποίμανας, ἐδίδαξας καὶ ἤσκησας·

διὸ καὶ εἴληφας, Σοφιανέ, χάριν.

 
Συναξάριον.

 

Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Σοφιανός, τῆς Δρυϊνουπόλεως ὁ θεοπρόβλητος Ἱεράρχης, ἐγενήθη ἐν Βορείῳ Ἠπείρῳ καὶ πιθανῶς ἐν τῇ Πολυτσάνῃ, ἣν ἰδιαζόντως ἠγάπα καὶ ἐν τῇ Μονῇ τῆς ὁποίας διδάσκων ἀόκνως καὶ ὁσίως πολιτευόμενος τὸ ζῆν ἐξεμέτρησε.  Διακεκριμένη ἐκκλησιαστικὴ καὶ ἀσκητικὴ  φύσις ὁ Σοφιανὸς διέλαμψεν ἐν τοῖς χρόνοις τῆς δουλείας καὶ δὴ ἐν αὐτοῖς τῆς ἀφορήτου πιέσεως τῶν υἱῶν τῆς Ἄγαρ πρὸς ἀρνησιθρησκείαν τῶν Χριστωνύμων ἔχων ἐπισκοπικὸν κέντρον ἐξορμήσεως τῆς αὐτοῦ ἱεραποστολικῆς δράσεως τὴν Ἱερὰν Μονὴν Μολυβδοσκεπάστου Κονίστης. Ἀναδειχθεὶς πρόδρομος τοῦ Ἁγίου Κοσμᾶ τοῦ Αἰτωλοῦ τοῖς φλογεροῖς αὐτοῦ κηρύγμασι ἀνεχαίτισε τὸ κῦμα τῆς ἐξωμόσεως καὶ ἐπεστήριξε τοὺς Χριστιανοὺς ἐν τῇ πίστει. Πρὸς ἀπρόσκοπτον  διδασκαλίαν καὶ ποδηγεσίαν τῶν πιστῶν κατέλιπε τὸ θῶκον τοῦ Ἱεράρχου καὶ ἀσπασθεὶς τὸ Μέγα Ἀγγελικὸν Σχῆμα ἐν τῇ Μονῇ τῆς Πολυτσάνης, τῇ ἐπ’ ὀνόματι τοῦ Μεγάλου Ἀθανασίου τιμωμένῃ, οὐ μόνον εἰς ἀρετῶν ἔφθασε τελειότητα, ἀλλὰ καὶ τὴν Μονὴν εἰς σχολεῖον ἑλληνικῶν γραμμάτων μετέβαλε πρὸς ἐκπαίδευσιν τῶν ἀμαθῶν τῆς περιοικίδος κατοίκων. Δοχεῖον ὀφθεὶς τοῦ Παναγίου Πνεύματος ἠξιώθη προφητικοῦ χαρίσματος. Ἐν τῇ Μονῇ αὐτῇ ἐκοιμήθη ἐν εἰρήνῃ ἐν ἔτει 1771, τή 26η τοῦ μηνός Νοεμβρίου. Τά τίμια λείψανα τοῦ ὁσίου μέχρι πρό τινος φυλάσσονταν ἐντός προχείρου ξύλινου κυτίου, ἐπ’ ἐσχάτων δέ ἐτοποθετήθησαν ἐντός εὐκόσμου λειψανοθήκης μερίμνῃ καί δαπάνῃ τῆς οἰκογενείας τοῦ ἱερέως Νικόλαου Ἀ. Πεττα ἐκ τῆς πόλεως τῶν Πατρῶν. Δι’ λόγους ἀσφαλείας μάλιστα ἐκ τῆς Ἱ. Μονῆς του, μετεκομίσθησαν ὑπό τοῦ ἐφημερίου καί τῶν κατοίκων εἰς τόν Ἱ. Μητροπολιτικόν ναόν τῶν Παμμέγιστων Ταξιαρχῶν Πολῦτσανης.

   Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

 

 

Μάκαρ Σοφιανέ, θεόθεν

μὴ ἐλλίπῃς τὸν Χριστὸν καθικετεύων

ὑπὲρ πάντων πιστῶν

Βορείῳ ἐν Ἠπείρῳ

στενόντων, εὐσυμπάθητε

καὶ σεπτὲ ἱεροφάντα.

 

Νέκταρ πιεῖν σαῖς νουθεσίαις

πᾶσιν ἔδωκας ἀφθόνως Χριστωνύμοις,

πάτερ Σοφιανέ,

ὁ μείνας ἐν ἀμπέλῳ

Χριστοῦ καὶ βότρυν πέπειρον

ἐνεγκὼν Ὀρθοδοξίας.

 

φθη χειμάῤῥους θαυμασίων

τῶν λειψάνων σου, Σοφιανέ, ἡ θήκη

ἥνπερ πανευλαβῶς

ἐν κώμῃ Πολυτσάνης

νῦν προσκυνοῦμεν, Ὅσιε,

θείας Χάριτος ταμεῖον.

 

Θεοτοκίον.

 

θυνον πάντας πρὸς σκηνώσεις

οὐρανῶν τοὺς σὲ τιμῶντας, Θεοτόκε,

καὶ πρὸς δόμους λαμπροὺς

τερπνότητος ἀῤῥήτου,

εὐλογημένη Δέσποινα,

Κεχαριτωμένη Μῆτερ.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.

 

γκαυχᾶται σεπτῇ σου ποιμασίᾳ,

μάκαρ Σοφιανέ,

θεόφρον Ἱεράρχα,

καὶ σοῖς τιμίοις πόνοις Δρυϊνούπολις,

ἧσπερ πρακτικοῖς σου

ῥήμασι καὶ λόγοις

ἐκόσμησας τὸν θρόνον.

 

αντισμῷ σῶν δεήσεων πρὸς Κτίστην

καὶ Σωτῆρα ἡμῶν,

Σοφιανὲ τρισμάκαρ,

τῆς χάριτός σου πρόσφυγας ἁγίαζε

καὶ ἐκπλήρου πάσας

τὰς ἡμῶν αἰτήσεις

ὡς ἔχων παῤῥησίαν.

 

κατάβλητον δύναμιν δεικνύων,

πάτερ Σοφιανέ,

καθεῖλες τῶν ἀπίστων

ἐπιβουλὴν καὶ τάχος ἐπυργήρωσας

φρόνημα προβάτων

λογικῶν τῆς ποίμνης

Χριστοῦ μενεῖν ἐν μάνδρᾳ.

 

Θεοτοκίον.

 

ῦσαι βλάβης σοὺς δούλους, Θεοτόκε,

μισοκάλου ἐχθροῦ

Σοφιανοῦ πρεσβείαις

τοῦ Ἱεράρχου τῆς Δρυϊνουπόλεως

καὶ Υἱοῦ σου πέμψον

πᾶσι τὰ ἐλέη

τοῖς μεγαλύνουσί σε.

 

ᾨδὴ θ΄ . Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

 

Χαρίτων ἠξιώθης, Σοφιανέ,

οὐρανίων ὡς στῦλος τῆς πίστεως

φωτοειδὴς

καὶ τῆς εὐσεβείας φωταγωγός,

ὁ ἀπελάσας ζόφωσιν

τοῦ λαοῦ παμφώτοις σου διδαχαῖς

καὶ παραδείγματί σου

τῷ φωτεινῷ, παμμάκαρ

Ἱεράρχα τῆς Δρυϊνουπόλεως.

 

πάνσεπτός σου μνήμη, Σοφιανέ,

συγκαλεῖ τοὺς πιστοὺς πρὸς ἐξύμνησιν

τῶν ἀρετῶν,

ποιμασίας ὄντως θεοφιλοῦς

καὶ θαυμασίων πλήθους σου,

ὁ λαβών, διδάσκαλε ἱερέ,

τὴν χάριν προφητείας

ἀφθόνως οὐρανόθεν

ὡς ἐντευκτήριον τοῦ Πνεύματος.

 

Νῦν μνήμην σου τελοῦντες, Σοφιανέ,

τὴν λαμπρὰν καὶ φωσφόρον ἐν ᾄσμασι

πανευλαβῶς

θήκην τῶν λειψάνων σου τὴν σεπτήν,

ἐκβλύζουσαν ἰάματα

ἀλγεινῶς νοσοῦσι, θεοειδές,

ἀφθόνως προσκυνοῦμεν

καὶ σὲ ὑμνολογοῦμεν

ὡς θείας Χάριτος κυάθιον.

 

Θεοτοκίον.

 

Χαρᾶς αἰτία πάντων Χριστιανῶν,

Θεοτόκε, σεπταῖς παρακλήσεσι

Σοφιανοῦ,

τοῦ ἱεροφάντορος τοῦ σοφοῦ

καὶ ἀσκητοῦ θεόφρονος,

σὸν Υἱὸν ἱλέωσαι καὶ Θεὸν

ἡμῖν τοῖς σὲ τιμῶσι

καὶ πίστει προσκυνοῦσιν

ὡς ἀληθῶς Αὐτοῦ λοχεύτριαν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

 

Σοφιανὸν τὸν Ὅσιον

ἐν Ἱεράρχαις μέλψωμεν,

Δρυϊνουπόλεως λύχνον

τὸν νεαυγῆ εὐσχημόνως

ὡς ἔνθεον διδάσκαλον

καὶ πρόβολον τῆς πίστεως,

τοὺς ἐν σκιᾷ φωτίσαντα

τῆς ἀγνωσίας παιδείας

φωτὶ ἑλληνορθοδόξου.

 

Θεοτοκίον.

 

Σοφίαν ἐνυπόστατον

ὑπερφυῶς τὴν τέξασαν,

Λόγον Θεοῦ τοῦ Ὑψίστου,

ἐγκωμιάσωμεν πόθῳ,

ἁγνὴν Θεογεννήτριαν,

βοῶντες· Μῆτερ, σόφισον

ἀσόφους πάντας δούλους σου

Σοφιανοῦ τοὺς τιμῶντας

τὴν πανσεβάσμιον μνήμην.

 

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος  πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !

 

Λύχνε τῆς Δρυϊνουπόλεως,

Σοφιανέ, παμφαές,

ὁ φωτίσας σοῖς ῥήμασι

καὶ πανσόφοις φθέγμασι

Χριστωνύμων τὸ πλήρωμα

καὶ ἀπελάσας

ἐχθρῶν σκοτόμαιναν

ἐκβιαζόντων

πιστοὺς πρὸς ἄρνησιν

αὐτῶν τῆς πίστεως

εἰς Χριστόν, ἠξίωσαι φωτὸς Αὐτοῦ

ἀπολαύειν πάντοτε

ἐν θείοις δώμασι.

 

Χαίροις, Ἱεράρχα Ὅσιε,

ὁ ἀνταλλάξας σοφῶς

τῆς ἀρχιερωσύνης σου

σάκκον πορφυρόχρυσον

διὰ μέλανος τρίβωνος

ἐνασκουμένων,

ὃν καθηγίασας

δακρύων ὄμβροις

καὶ τῶν ἱδρώτων σου

χεύμασι, πάνσοφε,

τῆς Δρυϊνουπόλεως, Σοφιανέ,

πρόεδρε ἀνύστακτε

καὶ θεοπρόβλητε.

 

Χαίροις, ὁ οἰκήσας πάνσεπτον

Ἀθανασίου Μονὴν

καὶ αὐτοῦ τρόπων μέτοχος

ἐν ὀρθῷ φρονήματι

ἐποφθείς, ἐνθεώτατε

ἱεροφάντα

Δρυϊνουπόλεως,

ὁ ἁγιάσας

ῥοαῖς ἱδρώτων σου

διὰ τὴν στήριξιν  

ἀμαθοῦς πληρώματος

Χριστιανῶν

καὶ ἑσμοῦ ἀπέλασιν

ἐχθρῶν τῆς πίστεως.

 

Μνήμην τὴν σεπτήν σου ἄγοντες,

Σοφιανέ οἱ πιστοὶ

καὶ σορὸν ἀσπαζόμενοι

ἱερῶν λειψάνων σου

εὐλαβῶς ἀνακράζομεν·

Χαῖρε, δοχεῖον

τοῦ θείου Πνεύματος,

τῶν διδασκάλων

φανὲ πολύφωτε,

χαῖρε, καλλώπισμα

εὐκλεῶν τῆς πίστεως

Ἱεραρχῶν,

χαῖρε, βάθρον ἄσειστον

λαοῦ στηρίξεως.

 

Δόξα. Ἦχος πλ. δ΄.

 

Τὸν ἀρχιερετεύοντα Ὅσιον

καὶ διδάσκοντα Ἱεράρχην,

τὸν προφητείας τῇ χάριτι λαμπρυνόμενον,

Σοφιανόν, τῆς Βορείου Ἠπείρου ἀγλάϊσμα,

Δρυϊνουπόλεως σεμνολόγημα

καὶ Μονῆς Πολυτσάνης ἱερὸν ἐνδιαίτημα,

εὐλαβῶς τιμήσωμεν καὶ ἐν εὐλαβείᾳ αὐτῷ εἴπωμεν·

Ὁ διδαχῶν σου φωταυγείαις φωτίσας λαοῦ τὰ σκότη,

ἀπέλασον ἡμῶν εὐχαῖς σου

παθῶν τὴν ζοφώδη σκοτόμαιναν

καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

 

Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΝ  Τῌ  ΛΕΙΤΟΥΡΓΙᾼ

 

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἱεράρχου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

 

Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Ἰωάννου, τοῦ Χρυσοστόμου.

(Ζήτει τῇ ΙΓ΄ Νοεμβρίου)

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάριον.

 

Χαίροις, διδασκάλων, Σοφιανέ,

θεοπνεύστων εὖχος,

θείας Χάριτος ποταμέ,

χαίροις, ὁ στηρίξας

ἐν πίστει κλονουμένους,

Ἱεραρχῶν κοσμῆτορ

Δρυϊνουπόλεως.

 

Δίστιχον.

 

Σοφιανόν, διδάσκαλον κλονουμένων,

σὺν Νεκταρίῳ ἦσε Χαραλάμπης.

 

Τ Ε Λ Ο Σ 

 

Κ Α Ι   Δ Ο Ξ Α  Τ ῼ   Μ Ο Ν  ῼ   Α Λ Η Θ Ι Ν ῼ 

 

Θ Ε ῼ   Η Μ Ω Ν

 

Πηγή υλικού:

Δρος Χαραλάμπους Μ. Μπούσια, Ακολουθία του Οσίου Πατρός ημών Σοφιανού Επισκόπου Δρυϊνουπόλεως του Σημειοφόρο, Αθήνα 2009

 

Επιλογή υλικού:

Αικατερίνη Διαμαντοπούλου

Θεολόγος ΜΑ - Φιλόλογος PhD Φιλοσοφίας



Print-icon 




Πνευματικά δικαιώματα 2009-2013 © «Ρωμηοσύνη»
Επιτρέπεται η αναπαραγωγή του υλικού του ιστοχώρου με προϋπόθεση την αναφορά στην πηγή: «Ρωμηοσύνη» www.romiosini.org.gr

:: Πατριαρχείο Ιεροσολύμων :: Ειδήσεις εκ του Πατριαρχείου Ἱεροσολύμων :: Σχετικά :: Τελευταία νέα :: Τρέχοντα Προγράμματα :: Ιστορικό Αρχείο της Μ.Κ.Ο. "Ρωμηοσύνη" ::


Login-iconLogin  ForgottenPassword-iconΥπενθύμιση κωδικού 

Αυτή τη στιγμή διαβάζουν την ιστοσελίδα μας 53 επισκέπτες.